Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.369 Joseph. AJ 15.375 (English) >>Joseph. AJ 15.380

15.373

Ἦν τις τῶν Ἐσσηνῶν Μανάημος ὄνομα καὶ τἆλλα κατὰ τὴν προαίρεσιν τοῦ βίου καλοκαγαθίαν μαρτυρούμενος καὶ πρόγνωσιν ἐκ θεοῦ τῶν μελλόντων ἔχων. οὗτος ἔτι παῖδα τὸν Ἡρώδην εἰς διδασκάλου φοιτῶντα κατιδὼν βασιλέα Ἰουδαίων προσηγόρευσεν. 15.374 δʼ ἀγνοεῖν κατειρωνεύεσθαι νομίζων αὐτὸν ἀνεμίμνησκεν ἰδιώτης ὤν. Μανάημος δὲ μειδιάσας ἠρέμα καὶ τύπτων τῇ χειρὶ κατὰ τῶν γλουτῶνἀλλά τοι καὶ βασιλεύσεις, ἔφη, καὶ τὴν ἀρχὴν εὐδαιμόνως ἀπάξεις· ἠξίωσαι γὰρ ἐκ θεοῦ. καὶ μέμνησο τῶν Μαναήμου πληγῶν, ὥστε σοι καὶ τοῦτο σύμβολον εἶναι τῶν κατὰ τὴν τύχην μεταπτώσεων. 15.375ἄριστος γὰρ τοιοῦτος λογισμός, εἰ καὶ δικαιοσύνην ἀγαπήσειας καὶ πρὸς τὸν θεὸν εὐσέβειαν ἐπιείκειαν δὲ πρὸς τοὺς πολίτας· ἀλλʼ οὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι τὸ πᾶν ἐπιστάμενος. 15.376εὐτυχίᾳ μὲν γὰρ ὅσον οὐκ ἄλλος διοίσεις καὶ τεύξῃ δόξης αἰωνίου, λήθην δʼ εὐσεβείας ἕξεις καὶ τοῦ δικαίου. ταῦτα δʼ οὐκ ἂν λάθοι τὸν θεὸν ἐπὶ τῇ καταστροφῇ τοῦ βίου τῆς ἀντʼ αὐτῶν 15.377ὀργῆς ἀπομνημονευομένης.” τούτοις αὐτίκα μὲν ἥκιστα τὸν νοῦν προσεῖχεν ἐλπίδι λειπόμενος αὐτῶν Ἡρώδης, κατὰ μικρὸν δὲ ἀρθεὶς ἕως καὶ τοῦ βασιλεύειν καὶ εὐτυχεῖν ἐν τῷ μεγέθει τῆς ἀρχῆς μεταπέμπεται τὸν Μανάημον καὶ περὶ τοῦ χρόνου πόσον ἄρξει διεπυνθάνετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.369 Joseph. AJ 15.375 (English) >>Joseph. AJ 15.380

Powered by PhiloLogic